Ancient Greek · ~3 min
ΠΡΟΣ ΗΡΩΝΑ ΔΙΑΚΟΝΟΝ ΑΝΤΙΟΧΕΙΑΣ., Chapter 7
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 7-6
Not analysed yet
VII. Μέμνησο τοῦ θεοῦ, καὶ οὐχ ἀμαρτήσεις ποτέ. μὴ γίνου δίψυχος ἐν προσευχῇ σου· μακάριος γὰρ ὁ μὴ διστάσας. πιστεύω γὰρ εἰς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱόν, ὅτι δείξει μοι ὁ θεὸς Ἥρωνα ἐπὶ τοῦ θρόνου μου· πρόσθες οὖν ἐπὶ τῷ δρόμῳ. 2. παραγγέλλω σοι ἐπὶ τοῦ θεοῦ τῶν ὅλων καὶ ἐπὶ τοῦ Χριστοῦ, παρόντος καὶ τοῦ ἁγίου πνεύματος καὶ τῶν λειτουργικῶν ταγμάτων· φύλαξόν μου τὴν παραθήκην, ἣν ἐγὼ καὶ ὁ Χριστὸς παρεθέμεθά σοι, καὶ μὴ ἑαυτὸν ἀνάξιον κρίνῃς τῶν δοχθέντων περί σου θεῷ. παρατίθημί σοι τὴν ἐκκλησίαν Ἀντιοχέων. Πολυκάρπῳ παρεθέμην ὑμᾶς ἐν κυρίῳ Ἰησοῦ Χριστῷ.