Ancient Greek
7.1 to 7.3
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 7.1-3
Not analysed yet
VII. Ἀσφαλίζεσθε οὖν τοὺς τοιούτους, ἵνα μὴ λάβητε βρόχον ταῖς ἑαυτῶν ψυχαῖς· καὶ τὸν βίον ὑμῶν ἀπρόσκοπον τίθεσθε πᾶσιν ἀνθρώποις, ἵνα μὴ γένησθε παγὶς τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον. ὁ μὴ ἰώμενος γὰρ ἑαυτὸν ἐν τοῖς ἔργοις ἑαυτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. 2. ἐὰν οὖν καὶ ὑμεῖς ἀποθῆσθε φυσίωσιν, ἀλαζονείαν, τύφον, ὑπεροψίαν, δυνατὸν ὑμῖν ἐστιν εἶναι ἀχωρίστους θεοῦ· ἐγγὺς γάρ ἐστι τοῖς φοβουμένοις αὐτόν, καί· Ἐπὶ τίνα, φησίν, ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; 3. αἰδεῖσθε δὲ καὶ τὸν ἐπίσκοπον ὑμῶν ὡς Χριστόν, καθὰ ὑμῖν οἱ μακάριοι διετάξαντο ἀπόστολοι. ὁ ἐντὸς τοῦ θυσιαστηρίου ὢν καθαρός ἐστιν· διὸ καὶ ὑπακούει τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις· ὁ δὲ ἐκτὸς ὤν, οὗτός ἐστιν ὁ χωρὶς τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων τι πράσσων· ὁ τοιοῦτος μεμίανται τῇ συνειδήσει καὶ ἔστιν ἀπίστου χείρων.