Ancient Greek
ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ., Chapter 7
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 7.1-3
Not analysed yet
VII. Τὸν σταυρὸν ἐπαισχύνονται, τὸ πάθος χλευάζουσι, τὴν ἀνάστασιν κωμῳδοῦσιν. ἔγγονοί εἰσι τοῦ ἀρχεκάκου πνεύματος, τοῦ τὸν Ἀδὰμ διὰ τῆς γυναικὸς τῆς ἐντολῆς ἐξώσαντος, τοῦ τὸν Ἄβελ διὰ τοῦ Κάϊν ἀποκτείναντος, τοῦ τῷ Ἰὼβ ἐπιστρατεύσαντος, τοῦ κατηγοροῦντος Ἰησοῦ τοῦ τοῦ Ἰωσεδέκ, τοῦ ἐξαιτησαμένου σινιασθῆναι τῶν ἀποστόλων τὴν πίστιν, τοῦ τὸ ἰουδαϊκὸν πλῆθος ἐπεγείραντος τῷ κυρίῳ, τοῦ καὶ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ὧν ῥύσεται ἡμᾶς ὁ κύριος Ἰησοῦς Χριστός, ὁ δεηθεὶς μὴ ἐκλείπειν τὴν πίστιν τῶν ἀποστόλων, οὐχ ὡς μὴ αὐταρκῶν φυλάξαι αὐτήν, ἀλλ’ ὡς χαίρων τῇ τοῦ πατρὸς ὑπεροχῇ.