Ancient Greek
ΠΡΟΣ ΗΡΩΝΑ ΔΙΑΚΟΝΟΝ ΑΝΤΙΟΧΕΙΑΣ., Chapter 9
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 9-4
Not analysed yet
IX. Ἄσπασαι Κασσιανὸν τὸν ξένον μου καὶ τὴν σεμνοτάτην αὐτοῦ ὁμόζυγον καὶ τὰ φίλτατα αὐτῶν παιδία· οἷς δώσει ὁ θεὸς εὑρεῖν ἔλεον παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ τῆς εἰς ἡμᾶς διακονίας· οὓς καὶ παρατίθημί σοι ἐν Χριστῷ. 2. ἄσπασαι τοὺς ἐν Λαοδικείᾳ πιστοὺς ἅπαντας κατ’ ὄνομα ἐν Χριστῷ. τῶν ἐν Ταρσῷ μὴ ἀμέλει, ἀλλὰ συνεχέστερον αὐτοὺς ἐπίβλεπε, ἐπιστηρίζων αὐτοὺς τῷ εὐαγγελίῳ. 3. Μάριν τὸν ἐν Νεαπόλει τῇ πρὸς τῷ Ζαρβῷ ἐπίσκοπον προσαγορεύω ἐν κυρίῳ. πρόσειπε δὲ καὶ τὴν σεμνοτάτην Μαρίαν τὴν θυγατέρα μου τὴν πολυμαθεστάτην καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν, ἧς ἀντίψυχον γενοίμην, τὸ ἐξεμπλάριον τῶν εὐσεβῶν γυναικῶν. 4. ὑγιαίνοντά σε καὶ ἐν πᾶσιν εὐδοκιμοῦντα ὁ πατὴρ τοῦ Χριστοῦ δι’ αὐτοῦ τοῦ μονογενοῦς φυλάττοι ἐπὶ μήκιστον βίου χρόνον εἰς ὠφέλειαν τῆς τοῦ θεοῦ ἐκκλησίας. ἔρρωσο ἐν κυρίῳ καὶ προσεύχου, ἵνα τελειωθῶ.