Ancient Greek · ~3 min
ΠΡΟΣ ΦΙΛΑΔΕΛΦΕΙΣ., Chapter 9
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 9.2
Not analysed yet
2. καλὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅ ἐστιν ὑπὲρ πάντα τὰ ἅγια ἁγιώτατον καὶ τοῦ λόγου διάκονος. ὑπὲρ πάντας δὲ τοὺς ἁγίους ὁ ἁγιώτατός ἐστιν ὁ ἀρχιερεύς, ὁ ὢν ἄγγελος καὶ διάκονος τοῦ πατρὸς καὶ ἄρχων τῶν λεγεώνων τῆς στρατιᾶς τῆς ἐπουρανίου, δι’ οὗ ὁ πατὴρ τὰ πάντα πεποίηκεν καὶ τῶν ὅλων προνοεῖ· οὗτός ἐστιν ἡ πρὸς τὸν πατέρα ἄγουσα ὁδός, ἡ πέτρα, ὁ φραγμός, ἡ κλείς, ὁ ποιμήν, τὸ ἱερεῖον, ἡ θύρα τῆς γνώσεως, δι’ ἧς εἰσῆλθον Ἀβραὰμ καὶ Ἱσαάκ καὶ Ἰακώβ, Μωσῆς καὶ ὁ σύμπας τῶν προφητῶν χορὸς καὶ οἱ στῦλοι τοῦ κόσμου, οἱ ἀπόστολοι, καὶ ἡ νύμφη τοῦ Χριστοῦ, ὑπὲρ ἧς φερνῆς λόγῳ ἐξέχεεν τὸ οἰκεῖον αἷμα, ἵνα αὐτὴν ἐξαγοράσῃ. πάντα ταῦτα εἰς ἑνότητα τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ θεοῦ.