Ancient Greek · ~1 min
Epistle 1, Chapter 16
Ignatius of Antioch, Epistulae vii genuinae 1.16
Not analysed yet
Μὴ πλανᾶσθε, ἀδελφοί μου: οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πράσσοντες ἀπέθανον, πόσῳ μᾶλλον, ἐὰν πίστιν θεοῦ ἐν κακῇ διδασκαλίᾳ φθείρῃ, ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη; ὁ τοιοῦτος ῥυπαρὸς γενόμενος, εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει, ὁμοίως καὶ ὁ ἀκούων αὐτοῦ.