# Adversus haereses (liber 4) 3

Irenaeus, Adversus haereses (liber 4), Fragment 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/adversus-haereses-liber-4/3

«Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», πρῶτον μὲν ὅτι αὐτός ἐστιν ὁ Ποιητὴς οὐρανοῦ καὶ γῆς μόνος Θεός, ἔπειτα δὲ ὅτι ποιήσει τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, τουτέστιν τὸ ὑπὸ τοῦ Παύλου εἰρημένον· «Ὡς φωστῆρες ἐν κόσμῳ.» Δικαίως οὖν καταλιπὼν τὴν ἐπίγειον συγγένειαν πᾶσαν, ἠκολούθει τῷ Λόγῳ αὐτοῦ, ξενιτεύων ἵνα σὺν τῷ Λόγῳ πολιτευθῇ. Δικαίως δὲ καὶ οἱ ἀπόστολοι ἐξ Ἀβραὰμ τὸ γένος ἔχοντες, καταλιπόντες τὸ πλοῖον καὶ τὸν πατέρα, ἠκολούθουν τῷ Λόγῳ. Δικαίως δὲ καὶ ἡμεῖς, τὴν αὐτὴν τῷ Ἀβραὰμ πίστιν ἔχοντες, ἄραντες τὸν σταυρὸν ὡς καὶ Ἰσαὰκ τὸ ξύλον, ἀκολουθοῦμεν αὐτῷ. Αὐτὸς δὲ προθύμως τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν παραχωρήσας θυσίαν τῷ Θεῷ, ἵνα καὶ ὁ Θεὸς εὐδοκήσῃ ὑπὲρ τοῦ σπέρματος αὐτοῦ παντὸς τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν Υἱὸν θυσίαν παρασχεῖν εἰς λύτρωσιν ἡμετέραν.

---

Irenaeus Theol., Adversus haereses (liber 4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg007.local001/.
