# Adversus haereses (liber 5) 21

Irenaeus, Adversus haereses (liber 5), Fragment 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/adversus-haereses-liber-5/21

Αἰώνια δὲ καὶ ἀτελεύτητα τὰ παρὰ τοῦ Θεοῦ ἀγαθά, καὶ διὰ τοῦτο καὶ ἡ στέρησις αὐτῶν αἰώνιος καὶ ἀτελεύτητος, ὡς, διηνεκοῦς ὄντος τοῦ φωτός, οἱ τυφλώσαντες ἑαυτοὺς ἢ καὶ ὑπὸ ἄλλων τυφλωθέντες διηνεκῶς ἀπεστέρηνται τῆς τοῦ φωτὸς ἀπολαύσεως, οὐ τοῦ φωτὸς ἐπιφέροντος αὐτοῖς τὴν ἐν τῇ τυφλώσει τιμωρίαν, ἀλλ' αὐτῆς τῆς τυφλώσεως ἐπαγούσης τὴν μοχθηρίαν. Ἐπεὶ οὖν ἐν τῷ αἰῶνι τούτῳ οἱ μὲν προστρέχουσι τῷ φωτὶ καὶ διὰ τῆς πίστεως ἑνοῦσιν ἑαυτοὺς τῷ Θεῷ, οἱ δὲ ἀφίστανται τοῦ φωτὸς καὶ ἀφορίζουσιν ἑαυτοὺς τοῦ Θεοῦ, ἐκδέχεται ὁ Λόγος τοῦ Θεοῦ τοῖς πᾶσιν τὴν ἁρμόζουσαν οἴκησιν ἐπάγων, τοῖς μὲν ἐν τῷ φωτὶ πρὸς τὸ ἀπολαύειν αὐτοὺς τῶν ἐν αὐτῷ ἀγαθῶν, τοῖς δὲ ἐν τῷ σκότει πρὸς τὸ μετέχειν αὐτοὺς τῆς ἐν αὐτῷ μοχθηρίας. Διὰ τοῦτό φησι τοὺς μὲν ἐκ δεξιῶν ἀνακαλέσασθαι εἰς τὴν τοῦ Πατρὸς βασιλείαν, τοὺς δὲ ἐξ ἀριστερῶν εἰς τὸ αἰώνιον πῦρ πέμψειν· ἑαυτοὺς γὰρ πάντων ἐστέρησαν τῶν ἀγαθῶν.

---

Irenaeus Theol., Adversus haereses (liber 5). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg008.local001/.
