# Adversus haereses (liber 5) 30

Irenaeus, Adversus haereses (liber 5), Fragment 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/adversus-haereses-liber-5/30

Καὶ ὁ Ἠσαΐας φησίν· «Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.» Καθὼς οἱ πρεσβύτεροι λέγουσι, τότε οἱ μὲν καταξιωθέντες τῆς ἐν οὐρανῷ διατριβῆς ἐκεῖσε χωρήσουσιν, οἱ δὲ τῆς τοῦ παραδείσου τρυφῆς ἀπολαύσουσιν, οἱ δὲ τὴν καλλονὴν καὶ τὴν λαμπρότητα τῆς πόλεως καθέξουσιν, σὺν πᾶσι τοῖς περὶ αὐτὴν ἀγαθοῖς ἐπιχορηγουμένοις ὑπὸ τοῦ Θεοῦ, πανταχοῦ δὲ ὁ Σωτὴρ ὁραθήσεται, καθὼς ἄξιοι ἔσονται οἱ ὁρῶντες αὐτόν. Εἶναι δὲ τὴν διαστολὴν ταύτην τῆς οἰκήσεως τῶν τὰ ἑκατὸν καρποφορούντων καὶ τῶν τὰ ἑξήκοντα καὶ τῶν τὰ τριάκοντα, ὧν οἱ μὲν εἰς τοὺς οὐρανοὺς ἀναληφθήσονται, οἱ δὲ ἐν τῷ παραδείσῳ διατρίψουσιν, οἱ δὲ τὴν πόλιν κατοικήσουσιν· καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Κύριον ἐν τοῖς τοῦ Πατρὸς μονὰς εἶναι πολλάς. Τὰ πάντα γὰρ τοῦ Θεοῦ, ὃς τοῖς πᾶσι τὴν ἁρμόζουσαν οἴκησιν παρέχει.

---

Irenaeus Theol., Adversus haereses (liber 5). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg008.local001/.
