# Libros quinque adversus haereses Κεφ. ι΄.

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ι΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/%CE%9A%CE%B5%CF%86.%20%CE%B9%CE%84.

ΒΟΥΛΟΜΑΙ δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατʼ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσι, διηγήσασθαι. Πρῶτον μὲν τὰ 3τέσσαρα στοιχεῖά φασι, πῦρ, ὕδωρ, γῆν, ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω τετράδος· τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρὸν, ξηρόν τε καὶ ὑγρὸν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα· 1ἐξ ἧς δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. Ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν, εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς προελθούσης. Τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζωδιακοῦ τοῦ καλουμένου κύκλου. Τὰ γὰρ δώδεκα ζώδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσι. Καὶ ἐπεὶ 2ἀντεπεζεύχθη, φασὶ, τὴν τῶν ὅλων φορὰν ὠκυτάτην ὑπάρχουσαν, οὗπερ ὁ χγρόνος ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων, καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσι αὐτὸν τοῦ Ὅρου τοῦ τὴν 1τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. Τὴν σελήνην τε πάλιν ἑαυτῆς οὐρανὸν τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. Καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶ περιεχόμενον , καὶ τερματίζοντα τὴν κυκλικὴν ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάτην φανερὰν ποιεῖν. Τὰς δὲ ἡμέρας 1δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς δωδεκάδος εἶναι. Ἀλλὰ μὴν καὶ τὴν ὥραν φασὶ, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. Καὶ αὐτοῦ δὲ τοῦ ζωδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζώδιον κοίρας ἔχει τριάκοντα. Οὕτωε δὲ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. Ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, 1καὶ καθʼ ἕκαστον κλίμα δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην, ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ὑπόῤῥοιαν δύναμιν, τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται. Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον, καὶ αἰώνιον, καὶ ἀόριστον, καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς, καὶ ἀΐδιον ἐκτοπῶσαι, διὰ τὸ καρπὸν εἶναι ὑστερήματος, εἰς χρόνους, καὶ καιροὺς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον 2ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. Ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος· καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
