# Libros quinque adversus haereses Κεφ. ιβ΄

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ιβ΄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/%CE%9A%CE%B5%CF%86.%20%CE%B9%CE%B2%CE%84

ἈΝΑΓΚΑΙΟΝ ἡγησάμν προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵνʼ ἐπιδείξωσι τὸν Κύριον ἡμῶν ἄλλον καταγγέλλοντα Πατέρα παρὰ τὸν ποιητήν τοῦδε τοῦ παντός· ὃν, καθὼς προέφαμεν, ἀσεβοῦντες, ὑστερήματος καρπὸν εἶναι λέγουσι. Τὸν γοῦν προφήτην Ἡσαΐαν εἰπόντα· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, τὴν τοῦ ἀοράτου Βοθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. Καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον· Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, οὐδὲ ἐπίγνωσις Θεοῦ, εἰς τὸ μὐτὸ συντείνειν βιάζονται. Καὶ, Οὐκ ἔστιν ὁ συνιὼν, ἢ ἐκζήτων τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ἐπὶ τῆς τοῦ Bυθοῦ ἀγνωσίας τάττουσι. Καὶ τὸ διὰ Μωϋσέως δὲ εἰρημένον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. Τὸν μὲν γὰρ ποιητήν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι· τὸ δὲ, οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν, εἰρῆσθαι θέλουσι. Καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τὸ, οὐδεὶς ὄψεται τὸν Θεὸν, πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐδὲ περὶ τοῦ ἐπὶ τούτων παρετινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ, καὶ αὐτός ἐστιν ὁ ἀόρατος Θεὸς, δειχθήσεται τοῦ λόγου προϊόντος. Καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν, ἐν τῷ ἐπερωτᾷν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα. Ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ, εἰπεῖν αὐτῷ Ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσὶν, 1ἕως οἱ συνιέντες συνιῶσι, καὶ οἱ λευκοὶ λευκανθῶσι· καὶ αὑτοὺς εἶναι τοὺς λευκοὺς καὶ εὐσυνιέντας αὐχοῦσι.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
