# Libros quinque adversus haereses 1-9

Irenaeus, Libros quinque adversus haereses, Κεφ. κέ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/1-9

1. ΔΙΑΔΕΞΑΜΕΝΟΣ δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν. Ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι ἐγκρατεῖς, ἀγαμίαν ἐκήρυξαν, 1 ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ θεοῦ, καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄῤῥεν καὶ θῆλυ εἰς γένεσιν ἀνθρώπων πεποιηκότος· καὶ τῶν λεγομένων παῤ αὐτοῖς ἐμ ψύχων ἀποχὴν εἰσηγήσαντο, ἀχαριστοῦντες τῷ πάντα πεποιηκότι Θεῷ. Ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σωτηρία· καὶ τοῦτο νῦν ἐξευρέθη παῤ αὐτοῖς. 2 Τατιάνου τινὸς πρώτως ταύτην εἰσενέγκαντος τὴν βλασφημίαν· ὃς Ἰουστίνου ἀκροατὴς γεγονὼς, ἐφόσον μὲν συνῆν ἐκείνῳ, οὐδὲν ἐξέφηνε τοιοῦτον· μετὰ δὲ τὴν ἐκείνου μαρτυρίαν ἀποστὰς τῆς Ἐκκλησίας, οἰήματι διδασκάλου ἐπαρθεὶς καὶ τυφωθεὶς ὡς διαφέρων τῶν λοιπῶν, ἴδιον χαρακτῆρα διδασκαλείου συνεστήσατο· Αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας· τὸν γάμον τε φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας· τῇ δὲ τοῦ Ἀδὰμ σωτηρία παῤ ἑαυτοῦ 3 τὴν αἰτιολογίαν ποιησάμενος.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
