# Libros quinque adversus haereses 12-2

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/12-2

12. Ὁ δὲ Ἰησοῦς ταύτην ἔχει φησὶ, τὴν ἄῤῥητον γένεσιν. Ἀπὸ γὰρ τῆς Μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς 3τρόπῳ προῆλθεν ἡ δευτέρα τετρὰς, καὶ ἐγένετο ὀγδοὰς, ἐξ ἧο προῆλθε δεκάς· οὕτως ἐγένετο δεκὰς καὶ 1ὀγδοάς. Ἡ ον δοκὰς ἐπισονελθοῦσα τῇ ὀγδοάδι, καὶ δεκαπλᾶκίονα αὐτὴν ποιήσασα, τὸν τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα, τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν· ὥστε εἶναι τὸν ἅπαντα τῶν Γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα, η καὶ π καὶ ω, ὅ ἐστι δεκαοκτώ (ιη΄) . Τὸ γὰρ Ἰνσοῦ ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν, 2ω ἔστιν ὀγδοηκονταοκτώ. Ἔχει σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ η καὶ τοῦ σ κατʼ αὐτοὺς γένεσιν. Διὸ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν 3μονάδας ὀκτὼ, καὶ δεκάδας ὀκτὼ, καὶ ἑκατοντάδας ὀκτὼ, τὴν τῶν ὀκτακοσίων ὀγδοηκονταοκτὼ ψῆφον ἔπειτα δεικνύοντα , τουτέστι τὸ ε ι η, 4τὸν ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. Καὶ διὰ τοῦ ἄλφα καὶ ω ὀνομάζεσθαι αὐτὸν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα. Καὶ πάλιν οὕτως· τῆς πρώτης τετράδος κατὰ πρόσβασιν ἀριθμοῦ εἰς αὑτὴν συντιθεμένης, ὁ τῶν δέκα ἀνεφάνη ἀριθμός. Μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ συντεθεῖσαι, δέκα γίνονται· καὶ τοῦτʼ εἶναι θέλουσι τὸν Ἰησοῦν.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
