# Libros quinque adversus haereses 13.1

Irenaeus, Libros quinque adversus haereses, Κεφ. α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/13.1

13. Τούτων δὲ γενομένων οὔτως, τὸ ἐμφωλεῦον τῷ κόσμῳ πῦρ ἐκλάμψαν καὶ ἐξαφθὲν, καὶ 3κατεργασάμενον πᾶσαν ὕλην 4συναναλωθήσεσθαι αὐτῇ, καὶ εἰς τὸ μηκέτʼ εἶναι χωρήσειν διδάσκουσι. Τὸν δὲ Δημιουργὸν μηδὲν τούτων ἐγνωκέναι ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας. Εἰσὶ δὲ οἱ λέγοντες προβαλέσθαι αὐτὸν καὶ Χριστὸν υἱὸν ἴδιον, ἀλλὰ καὶ ψυχικόν· περὶ τούτου διὰ τῶν Προφητῶν λελαληκέναι. Εἶναι δὲ τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ 2διὰ σωλῆνος ὁδεύει, καὶ εἰς τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων Σωτῆρα, ἐν εἴδει περιστερᾶς· γεγονέναι δὲ ἐν αὐτῷ καὶ τὸ αὐτὸ τῆς Ἀχαμὼθ σπέρμα πνευματικόν. Τὸν οὖν Κύριον ἡμῶν ἐκ 3τεσσάρων τούτων σύνθετοι γεγονέναι φάσκουσιν, ἀποσώζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης 1τετρακτύος· ἔκ τε τοῦ πνευματικοῦ, ὃ ἦν ἀπὸ τῆς Ἀχαμὼθ. καὶ ἐκ τοῦ ψυχιοῦ, ὃ ἦν ἀπὸ τοῦ Δημιουργοῦ, καὶ ἐκ τῆρ οἰκονομίας, 2ὃ ἦν κατεσκευασμένον ἀῤῥήτῳ τέχνῃ, καὶ ἐκ τοῦ Σωτῆρος, ὃ ἦν κατελθοῦσα εἰς αὐτὸν περιστερά. Ναὶ τοῦτο μὲν ἀπαθῆ διαμεμενηκέναι· (οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτὸν 3ἀκράτητον καὶ ἀόρατον ὑπάρχοντα·) 4καὶ διὰ τοῦτο ᾖρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν ματατεθὲν πνεῦμα Χριστοῦ. Ἀλλʼ οὐδὲ τὸ ἀπὸ τῆς μητρὸς σπέρμα πεπονθέναι λέγουσιν. 1Ἀπαθὲς γὰρ καὶ αὐτὸ τὸ πνευματικὸν, καὶ ἀόρατον καὶ αὐτῷ τῷ δημιουργῷ. Ἔπαθε δὲ λοιπὸν κατ᾿ αὐτοὺς ὁ ψυχικὸς Χριστὸς, καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστηριωδῶς, ἵνʼ ἐπιδείξῃ αὐτοῦ ἡ μήτηρ τὸν τύπον τοῦ ἄνω Χριστοῦ, ἐκείνου τοῦ ἐπεκταθέντος τῷ 3Σταυρῷ, καὶ μορφώσαντος τὴν Ἀχαμὼθ μόρφωσιν τὴν κατʼ οὐσίαν· πάντα γὰρ ταῦτα τόπους ἐκείνων εἶναι λέγουσι. Τὰς δὲ ἐσχηκυίας τό σπέρμα τῆς Ἀχαμὼθ ψυχὰς ἀμείνους λέγουσι γεγονέναι τῶν λοιπῶν· διὸ καὶ πλεῖον τῶν ἄλλων ἠγαπῆσθαι ὑπὸ τοῦ Δημιουργοῦ, μὴ εἰδότος τὴν αἰτίαν, ἀλλὰ παῤ αὑτοῦ λογιζομένου εἶναι τοιαύτας. Διὸ καὶ εἰς προφήτας, φασὶν, ἔτασσεν αὐτοὺς , καὶ ἱρεῖς, καὶ βασιλεῖς. Καὶ πολλὰ 1ὑπὸ τοῦ σπέρματος τούτον εἰρῆσθαι διὰ τῶν προφητῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως 2ὑπαρχούσας· πολλὰ δὲ καὶ τὴν μητέρα περὶ τῶν ἀνωτέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν. Καὶ λοιπὸν 4τέμνουσι τὰς προφητείας, τὸ μέν τι ἀπὸ τῆς μητρὸς εἰρῆσθαι θέλοντες, τὸ δέ τι ἀπὸ τοῦ σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ. Ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως, τὸ μέν τι ἀπὸ τοῦ Σωτῆρος σἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς μητρὸς, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου. Τὸρ δὲ Δημιουργὸν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτὸν, κινεῖσθαι μὲν ἐπὶ τοῖς λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομίσαντα, ἢ 5τὸ πνεῦμα τὸ προφητεῦον, ἔχον καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον, ἢ τὴν προσπλοκὴν τῶν χειρῶν καὶ οὕτως ἀγνοοῦντα 1 ἄχρι τῆς παρουσίας τοῦ Κυρίου. Ἐλθόντος δὲ τοῦ Σωτῆρος, μαθεῖν αὐτὸν παῤ αὐτοῦ πάντα λέγουσι, καὶ ἄσμενον αὐτῷ 2προσχωρήσαντα μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ, καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ Εὐαγγελίῳ ἑκατόνταρχον. λέγοντα τῷ Σωτῆρι· καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι. Τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν, ἀλλὰ καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς μητρὸς τόπον χωρήσει.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
