# Libros quinque adversus haereses 13

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/13

13. Ἀλλὰ καὶ ὁ Χρειστὸς, φησὶ, γραμμάτων ὀκτὼ ὢν, τὴν πρώτην ὀγδοάδα σημαίνει, ἥτις τῷ δέκα 1συμπλακεῖσα, τὸν Ἰησοῦν ἀπεκύησε. Λέγεται δὲ, φησὶ, καὶ υἱὸς Χρειστὸς, τουτέστιν ἡ δωδεκάς· τὸ γὰρ υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσσάρων, τὸ δὲ Χρειστὸς ὀκτώ· ἅτινα συντεθέντα τὸ τῆς δωδεκάδος ἐπέδειξαν μέγεθος. Πρὶν μὲν οὗν, φησὶ, τούτου τοῦ ὀνόματος τὸ 2ἐπίσημον φανῆναι, τουτέστι τὸν Ἰησοῦν, τοῖς υἱοῖς , ἐν ἀγνοίᾳ πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ. Ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃς σάρκα περιεβάλλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχων ἐν ἑαυτῷ αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνόντες αὐτὸν ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς 1ὁδοῦ γεννηθέντος πρὸς τὸν Πατέρα τῆς ἀληθείας. Τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν, καὶ καθελεῖν τὸν θάνατον. Ἀγνοίας δὲ λύσις ἡ ἐπίγνωσις αὐτοῦ ἐγίνετο. Καὶ διὰ τοῦτο ἐκλεχθῆναι τὸν κατὰ τὸ θέλημα αὐτοῦ κατʼ εἰκόνα 2τῆς ἄνω δυνάμεως οἰκονομηθέντα Ἄνθρωπον.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
