# Libros quinque adversus haereses 14-2

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/14-2

14. Ἀπὸ τετράδος γὰρ προῆλθον οἱ Αἰῶνες. Ἦν δὲ ἐν τῇ τετράδι Ἄνθρωπος καὶ Ἐκκλησία, Λόγος καὶ Ζωή. Ἀπὸ τούτων οὖν δυνάμεις, φησὶν, ἀποῤῥυεῖσαι, ἐγενεσιούργησαν τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν. Καὶ τοῦ μὲν Λόγου ἀναπεπληρωκέναι τὸν τόπον τὸν ἄγγελον Γαβριὴλ, τῆς δὲ Ζωῆς τὸ ἃγιον Πνεῦμα, τοί δὲ Ἀνθρώπου τὴν δύναμιν τοῦ υἱοῦ · τὸν δὲ τῆς Ἐκκλησίας τόπον ἡ Παρθένος ἐπέδειξεν. Οὕτως τε ὁ κατ οἰονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται 1παῤ αὐτῷ ἄνθρωπος, ὃν ὁ Πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ. Ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν 2ἀναδραμόντα ἄνω, καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν· ἐν ὑπάρχει τὸ σπέρμα τούτῶν 3συμπαρέντων αὐτῷ, καὶ συγκαταβάντων, καὶ συναναβάντων. Αὐτὴν δὲ τὴν δύναμιν κατελθοῦσαν σπέρμα φησὶν εἶναι τοῦ 4Πατρὸς , ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν, τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς, καὶ τοὺς ἅπαντας Αἰῶνας. Καὶ τοῦτʼ εἶναι 5τὸ πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ Ἰνσοῦ , τὸ ὁμολογῆσαν ἑαυτὸν οἱὸν ἀνθρώπου, καὶ φανερώσαντα τὸν Πατέρα, κατεθὸν μὲν εἰς τὸν Ἰησοῦν, ἡνῶσθαι δ᾿ αὐτῷ. Καὶ καθεῖλε μὲν τὸν θάνατον, φησὶν, ὁ ἐκ τῆς οἰκονομίας Σωτὴρ, ἐγνώρισε δὲ τὸν Πατέρα 1Χριστόν . Εἶναι οὖν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ 2ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ εἰς ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, τὸν χωρήσαντα αὐτόν. 3Ἐσχηκέναι δὲ αὐτόν τε τὸν Ἄνθρωπον, αὐτόν τε τὸν Λόγον, καὶ τὸν Πατέρα, καὶ τὸν Ἄῤῥητον, καὶ τὴν Σιγὴν, καὶ τὴν Ἀλὴθειαν, καὶ Ἐκκλησίαν, καὶ Ζωήν1.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
