# Libros quinque adversus haereses 16.1

Irenaeus, Libros quinque adversus haereses, Κεφ. α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/16.1

16. Ὅσα δὲ καὶ τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ τῶν γραφῶν, ἔστι τοιαῦτα· τὸν Κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου χρόνοις διὰ τοῦτο ἐληλυθέναι ἐπὶ τὸ πάθος λέγουσιν, ἵν᾿ ἐπιδείξῃ τὸ περὶ τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς πάθος, καὶ δἰ αὐτοῦ τοῦ τέλους ἐμφῄνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας πραγματείας. Τὴν δὲ δωδεκαετῆ παρθένον ἐκείνην, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, ἣν ἐπιστὰς ὁ Κύριος ἐκ νεκρῶν ἤγειρε, τύπον εἶναι διηγοῦνται τῆς Ἀχαμὼθ, ἣν 1ἐπεκταθεὶς ὁ Χριστὸς αὐτὸν ἐμόρφωσε, καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν φωτός. Ὅτι, δὲ αὐτῇ ἐπέφανεν ὁ Σωτὴρ ἐκτὸς οὔσης τοῦ Πληρώματος, ἐν ἐκτρώματος μοίρα, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν 2τῇ πρὸς Κορινθίους· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κᾀμοί. Τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ, ὁμοίως πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ ἐπιστολῇ, εἰπόντα· Δεῖ τὴν γυναῖκα 3κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. Καὶ ὅτι ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν, δἰ αἰδὼ κάλυμμα ἐπέθετο ἡ Ἀχαμὼθ, Μωσέα πεποιηκέναι φανερὸν, κάλυμμα θέμενον ἐπὶ τὸ πρόσωπον αὐτοῦ. Καὶ τὰ πάθν δὲ αὐτῆς, ἃ ἔπαθεν, ἐπισεσημειῶσθαι τὸν Κύριον φάσκουσιν ἐν τῷ σταυρῷ. Καὶ ἐν μὲν τῷ εἰπεῖν· Ὁ Θεός μου, εἰς τί ἐγκατέλιπές με; μεμηνυκέναι αὐτὸν, ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία, καὶ ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς· τὴν δὲ λύπην αὐτῆς, ἐν τῷ εἰπεῖν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου · τὸν δὲ φόβον, ἐν τῷ εἰπεῖν· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον· καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως, ἐν τῷ εἰρηκέναι· Καὶ τί εἴπω, 1οὐκ οἶδα. Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδάσκουσιν αὐτόν· τὸ μὲν ὑλικὸν, 2ἐν τῷ εἰπεῖν τῷ ἐρωτήσαντι, Ἀκολουθήσω σοι; Οὐκ ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ποῦ τὴν κεφαλὴν κλῖναι · τὸ δὲ ψυχικὸν, ἐν τῷ εἰρηκέναι τῷ εἰπόντι, Ἀκολουθήσω σοι, ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς ἐν τῷ οἴκῳ μου· Οὐδεὶς ἐπʼ ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν, καὶ εἰς τὰ ὀπίσω βλέπων, εὔθετός ἐστιν ἐν τῇ βασιλεία τῶν οὐρανῶν. Τοῦτον γὰρ λέγουσι τὸν μέσον εἶναι. Κᾀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ ὑπὸ πλούτου ἡττηθέντα, πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ γένους γεγονέναι θέλουσι. Τὸ, δὲ πνευματικὸν, ἐν τῷ εἰπεῖν· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ ἐπὶ Ζακχαίου του τελώνου εἰπών· Σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μείναι· τούτους γὰρ πνευματικοῦ γένους καταγγέλλουσι γεγονέναι. Καὶ τὴν τῆς ζύμης παραβολὴν, ἥν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δνλοῦν λέγουσι· γοναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν· ἀλεύρου σάτα , τὰ τρία γένη τῶν ἀνθρώπων, πνευματικὸν, ψυχικὸν, χοϊκόν· ζύμην δὲ αὐτὸν τὸν Σωτῆρα εἰρῆσθαι διδάσκουσι. Καὶ τὸν Παῦλον διαῤῥήδην εἰρηκέναι χοϊκοὺς, ψυχικοὺς, πνευματικούς· ὅπου μὲν, Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· ὅπου δὲ, ψοχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος1· ὅπου δὲ, Πνευματικὸς ἀνακρίνει πάντα. Τὸ, δὲ, ψυχικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος, ἐπὶ τοῦ Δημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα 2μὴ ἐγνωκέναι μήτε τὴν μητέρα πνευματικὴν οὖσαν, μήτε τὸ σπέρμα αὐτῆς, μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας. Ὅτι ἰδὼν ἤμελλε σώ ζεῖν ὁ Σωτὴρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβε, τὸν Παῦλον εἰρηκέναι· Καὶ ἢν ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα. Ἀπαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες· φύραμα δὲ ἡμᾶς, τουτέστι τὴν ψυχικὴν Ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν, καὶ ἐν αὐτῷ 1συνεσταλκέναι, ἐπειδὴ ἦν αὐτὸς χύμη.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
