# Libros quinque adversus haereses 17

Irenaeus, Libros quinque adversus haereses, Κεφ. α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/17

17. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτός τοῦ Πληρώτοῦ ματος, καὶ ἐμορφώθη ὑπὸ τοῦ Χριστοῦ, καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν, αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον . Πρόβατον μὲν γὰρ πεπλανημένον τὴν μητέρα αὐτῶν ἐξηγοῦνται λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι Ἐκκλησίαν· πλάνην δὲ, τὴν ἐκτὸς Πληρώματος ἐν τοῖς πάθεσι διατριθὴν, ἐξ ὧν γεγονέναι τὴν ὕλην ὑποτίθενται. Τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν, καὶ εὑρίσκουσαν τὴν δραχμὴν, τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις ἀπολέσασα τὴν Ἐνθόμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος παρουσίας εὑρίσκει αὐτήν· διὸ καὶ ταύτην 2ἀποκαθἱστασθαι κατʼ αὐτοὺς ἐντὸς πληρώματος. Συμεῶνα τὸν εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν, καὶ εὐχαριστήσαντα 1αὐτῷ, καὶ εἰπόντα· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, ματὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, τύπον εἶναι τοῦ Δημιουργοῦ λέγουσιν, ὡς ἐλθόντος τοῦ Σωτῆρος ἔμαθε τὴν μετάθεσιν αὐτοῦ, καὶ ηὐχαρίστησε τῷ Βυθῷ. Καὶ διὰ τῆς ἐν τῷ Εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μενούσης, ἄχρις οὗ τὸν Σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται, ἥτις πρὸς ὀλίγον ἰδοῦσα τὸν Σωτῆρα μετὰ τῶν 3ἡλικιωτῶν αὐτοῦ, τῷ λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ μεσότητι προσεδέχετο αὐτὸν, πότε πάλιν ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ. Καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνύσθαι ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ εἰρηκέναι· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ ὑπὰ Παύλου δὲ οὕτως· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Καὶ τὰς συζνγίας δὲ τὰς ἐντὸς πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν 1ἐπὶ ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περὶ τὸν βίον συζυγίας γράφων ἔφη· Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
