# Libros quinque adversus haereses 1b

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ζ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/1b

1. 1ΟΙ δὲ περὶ τὸν Πτολεμαῖον, δύο συζύγους αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, ἔννοιαν καὶ θέλησιν. Πρῶτον γὰρ ἐνενοήθη τι προβαλεῖν, ὥς φασιν, ἔπειτα ἠθέλησε. Διὸ καὶ τῶν Διὸ καὶ τῶν δύο τούτων διαθέσεων καὶ δυνάμεων, τῆς τε ἐννοίας καὶ τῆς θελήσεως, ὥσπερ κραθεισῶν εἰς ἀλλήλας, ἡ προβολὴ τοῦ τε Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν κατὰ συζογίαν ἐγένετο. Οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν, τῶν ἀοράτων ὁρατοῦ μὲν Θελήματος τὴν Ἀλήθειαν, τῆς δὲ Ἐννοίας τὸν Νοῦν, καὶ διὰ τούτου τοῦ Θελήματος, ὁ μὲν ἄῤῥην εἰκὼν τῆς ἀγεννήτου Ἐννοίας γέγονεν, ὁ δὲ θῆλυς τοῦ Θελήματος· τὸ Θέλημα τοίνυν δύναμις ἐγένετο τῆς Ἐνοίας. Ἐνενόει μὲν γὰρ ἡ Ἔννοια τὴν προβολήν· οὐ μέντοι προβαλεῖν αὐτὴ καθʼ ἑαυτὴν ἠδύνατο ἃ ἐνενόει. Ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὃ ἐνενόει προέβαλε ἐγένετο· ὡς τινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς διελθεῖν ἐκ τῶν ἀοράτων ὁρατὰς, τοῦ μὲν Θελήματος 1τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ ἐπιγεννητοῦ Θελήματος, ὁ ἀῤῥενικός· τῆς δὲ ἀγεννήτου Ἐννοίας ὁ θῆλυς, ἐπὶ τὸ Θέλημα ὥσπερ δύναμις ἐγένετο τῆς Ἐνοίας. Ἐννοεῖν μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολὴν, οὐ μέντοι γε προβάλλειν αὐτὴν κατʼ αὐτὴν ἠδύνατο, ἀλλὰ ἐνενοεῖτο Ὃτε δὲ τοῦ Θελήματος δύναμις τότε ἐνενοεῖτο προβάλλει ἢ περὶ τοῦ τῶν ὅλων δεσπότου· ὃς ἅμα 1τῷ νοηθῆναι καὶ ἐπιτετελεκέναι τοῦθʼ ὅπερ ἠθέλησε, καὶ ἅμα τῷ θελῆσαι καὶ ἐννοεῖται τοῦθʼ ὅπερ καὶ ἠθέλησε, τοῦτο ἐννοούμενος, ὃ καὶ θέλει, καὶ τότε θέλων, ὅτε ἐννοεῖται, ὅλος ἔννοια ὢν, 2ὅλος θέλημα, ὅλος νοῦς, ὅλος ὀφθαλμὸς, ὅλος ἀκοὴ, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
