# Libros quinque adversus haereses 2-6

Irenaeus, Libros quinque adversus haereses, Κεφ. θ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/2-6

2. Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. Τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ πρώτου ὀγδόου κείμενον τόπου · εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων, καὶ ἐπισυνθέντες μέχρι τοῦ η, τὴν τριακοντάδα ἐπιδεικνύουσιν. Ἀρξάμενος γὰρ M. 82. ἀπὸ τοῦ ἄλφα, καὶ τελευτῶν εἰς τὸ η τῷ ἀριθμῷ τῶν στοιχείων, ὑπεξαιρούμενος δὲ τὸ ἐπίσημον, καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. 3Μέχρι γὰρ τοῦ 4θ στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτ ἀριθμὸς, β καὶ κ ἀπετέλεσε· προσελθὼν τούτοις τὸ η, ὅ ἐστιν ὀκτὼ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσε. Καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. Ἐπεὶ οὖν ἐκ τριάκοντα δυνάμεων ἥνωται ὁ τῶν λ ἀριθμὸς, τρεῖς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρεῖς γὰρ τριάκοντα ἐνενήκοντα. Καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφʼ ἑαυτῆς συντεθεῖσα, ἐννέα ἐγέννησεν. Οὕτως ἡ ὀγδοὰς τὸν τῶν ἐννέα παῤ αὐτοῖς ἀπεκύησεν ἀριθμόν. Καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ 1λόγου κεῖσθαι· ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, καὶ κατ᾿ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας· ἐπειδὴ 2ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντιθέμενος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ, τὸν τῶν ἐνενηκονταεννέα ποιεῖται ἀριθμόν. Ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν 1 τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου 2αὐτοῦ . κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμὸν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. Τὸ γὰρ λ ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον, καὶ εὑρὸν, καὶ εἰς ἑαυτὸν ἁρπάσαν αὐτὸν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν, τοῦ M στοιχείου ἐκ δύο Λ συγκειμένου. Διὸ καὶ φεύγειν αὐτοῦ διὰ τῆς γνώσεως τὴν τῶν ⫯θ χώραν, τουτέστι τὸ ὑστέρημα, τόπον ἀριστερᾶς χειρός· μεταδιώκειν δὲ τὸ ἓν, ὃ προστεθὲν τοῖς ἐνενηκονταεννέα, 3εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα μετέστησε.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
