# Libros quinque adversus haereses 2-8

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ιγ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/2-8

2. Ἔνια δὲ καὶ τῶν ἐν τῷ Εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν· ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν· 1Οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Ὃν οὐκ ἤδεισαν, φασὶ πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλὰς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς Θεόν. Καὶ τῷ εἰπόντι αὐτῷ, Διδάσκαλε ἀγαθὲ, τὸν ἀληθῶς ἀγαθὸν Θεὸν ὡμολογηκέναι εἰπόντα, Τί με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθὸς, 2ὁ Πατὴρ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. Καὶ διὰ τὸ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ, 1Ἐν ποία δυνάμει τοῦτο ποιεῖς; ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς, τὸ ἄῤῥητον τοῦ πατρὸς, ἐν τῷ εἰπεῖν, δεδειχέναι αὐτὸν ἐξηγοῦνται. Ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι, 2Πολλάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα, ἐμφαίνοντός φασι δεῖν διὰ τοῦ ἑνὸς τὸν ἀληθῶς ἕνα Θεὸν, ὃν οὐκ ἐγνώκεισαν. Ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπʼ αὐτὴν, καὶ εἰπεῖν· 3Εἰ ἔγνως καὶ σὺ σύμερον τὰ πρὸς εἰρήνην, ἐκρύβη δὲ σου· διὰ τοῦ ἐκρύβη ῥήματος, τὸ ἀπόκρυφον τοῦ Βοθοῦ δεδηλωκέναι. Καὶ πάλιν εἰπόντα· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς· καὶ μάθετε ἀπʼ ἐμοῦ, τὸν τῆς ἀληθείας 4πατέρα κατηγγελκέναι. Ὃ γὰρ οὐκ ᾔδεισαν, φησὶ, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν δὲ τὸν ἀνωτάτω, καὶ οἱονεὶ κορωνίδα τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα· Ἐξομολογήσομαί σοι πάτερ κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 1οὐὰ, ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία ἐγένετο. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλόψῃ. Ἐν τούτοις διαῤῥίδυν φασὶ δεδειχέναι αὐτὸν, ὡς τὸν 2ὑπʼ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδενὸς πώποτε ἐγνωκότος· καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτίστου ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου· καὶ ταῦτα τὸν Κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι Πατρὸς, ὃν αὐτοὶ καταγγέλλουσι.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
