# Libros quinque adversus haereses 20.1

Irenaeus, Libros quinque adversus haereses, Κεφ. α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/20.1

20. Μάθετε οὖν ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ ἡμῶκ, ὁ κατασκυνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ὑμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν Ἀπόστολον. Εἰ δὲ ὁ Λόγος ὁ τοῦ Πατρὸς ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς, 1ὁ τοῦ μόνου Θεοῦ μονογενὴς υἱὸς, κατά τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς, οὐδὲ περὶ ὀγδοάδος τὸν λόγον 2ἐμπεποίηται, ἀλλʼ ἢ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Οὐδὲ γὰρ ὁ Λόγος κατʼ αὐτοὺς προηγουμένως σὰρξ γέγονε. Λέγουσι δὲ τὸν Σωτῆρα ἐνδύσασθαι 1σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον 2ἀῤῥήτῳ προνοίᾳ, πρὸς τὸ ὁρατὸν γενέσθαι, καὶ ψηλαφητόν. Σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ γεγονυῖα πλάσις ὑπὸ τοῦ Θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ Θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. Καὶ λέλυται αὐτῶν πρώτη καὶ ἀρχέγονος ὀγδοάς. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου, καὶ Μονογενοῦς, καὶ Ζωῆς, καὶ Φωτὸς, καὶ Σωτῆρος, καὶ Χριστοῦ, καὶ Υἱοῦ Θεοῦ, καὶ τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ὑμῶν, λέλυται ἡ τῆς ὀγδοάδος σκηνοπηγία. Ταύτης δὲ λελυμένης, διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν 4ψευδῶς ὀνειρώττοντες 5κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες, μεταφέρουσι, καθὼς προειρήκαμεν, ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὅμοια ποιοῦντες τοῖς ὑποθέσαις τὰς τυχούσας αὐτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων 1μελετᾷν αὐτὰς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπʼ ἐκείνης τῆς ἐξ ὑπογυίου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι, καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθʼ οὕτως Ὅμηρος εἴη πεποιηκώς. Ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅδῃ κύνα πεμπόμενον 2διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως· (οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης ἐπιχειρήσεως τοῖς ἀμφοτέροις.) Ὡε εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα Φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιΐστορα ἔργων, Εὐρυσθεὺς, Σθενέλοιο πάϊς Περσηϊάδαο Ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο. Βῆ δʼ ἴμεν, ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιὼς, Καρπαλίμως 1ἀνὰ ἄστυ· φίλοι δʼ 2ἀνά πάντες ἕποντο, Νύμφαι τʼ ἠΐθεσί τε, πολύτλητοὶ τε γέροντες, 2Οἶετῤ ὀλοφυρόμενοι, ὡσεὶ θάνατόνδε κίοντα. Ἑρμείας δʼ 4ἀπέπεμπεν, ἰδέ γλαυκῶπις Ἀθήνη· Ἤιδεε γὰρ κατὰ θυμὰν ἀδελφεὸν, ὡς ἐπονεῖτο. Τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων, καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; Ὁ δʼ ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδοσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος. Ἄρας δὲ αὐτὰ, καὶ ἓν ἕκαστον ἀποδοὺς τῇ 5ἰδίᾳ, ἐκποδὼν ποιήσει τὴν ὑπόθεσιν. Οὕτω δὲ καὶ ὁ κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, 1ὃν διὰ τοῦ βαπτίσματος εἵληφε, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα, καὶ τὰς λέξεις, καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην οὐκ ἐπιγνώσεται. Καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ τάξει, καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ, γυμνώσει καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. Ἐπεὶ δὲ τῇ σκηνῇ ταύτῃ λείπει ἡ 1ἀπολύτρωσις, ἵνα τις τὸν 2μῖμον αὐτὸν 3περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενεγκεῖν, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδείξαι πρότερον, ἐν οἶς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ 4μύθου διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. Καὶ ἐκ τούτου γὰρ ἀκριβῶς συνιδεῖν ἔσται , καὶ 5πρὸ τῆς ἀποδείξεως, βεβαίαν τὴν ὑπὸ τῆς Ἐκκλησίας κηρυσσομένην ἀλήθειαν, καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
