# Libros quinque adversus haereses 3-3

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ζ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/3-3

3. Πολλὴ δὲ μάχη παῤ αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. Οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι· διὸ καὶ Εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν 4. Οἱ δὲ ἐκ μόνων τῶν δέκα Αἰώνων, τῶν ἀπὸ Λόγου καὶ Ζωῆς, προβεβλῆσθαι αὐτὸν λέγουσι, 5τὰ προγονικὰ ὀνόματα διασώζοντα. Οἱ δὲ ἐκ τῶν δεκαδύο Αἰώνων τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ζωῆς γενομένων· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου ὁμολογεῖ, ὡσανεὶ ἀπόγονον Ἀνθρώπου. Οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου Πνεύματος 1 εἰς στήριγμα τοῦ Πληρώκατος 1 γεγονέναι λέγουσιν αὐτόν· καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτὸν, τὴν τοῦ Πατρὸς, ἀφʼ οὗ προεβλήθη, διασώζοντα προσηγορίαν. 2Ἄλλοι δὲ, ὡς εἰπεῖν, τινες ἐξ αὐτῶν ῥαψωδοὶ, τὸν Προπάτορα τῶν ὅλων, καὶ Προάρχον, καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι· καὶ τοῦτ᾿ εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον, ὅτι ἡ ὑπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάντων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου ἑαυτὸν λέγειν τὸν Σωτῆρα.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
