# Libros quinque adversus haereses 3-6

Irenaeus, Libros quinque adversus haereses, Κεφ. θ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/3-6

3. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητὲ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ τὴν τοιαύτην αὐτῶν 1οἰησίσοφον μωρίαν. Ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν, καὶ τὸ μέγεθος τῆς ἀληθείας ἀῤῥήτου δυνάμεως, καὶ τὰς τοσαύτας οἰκονομίας τοῦ Θεοῦ, διὰ τοῦ ἄλφα, καὶ τοῦ βῆτα, καὶ δἰ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. Ὅσοι δὲ ἀφίστανται τῆς Ἐκκλησίας, καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς αὐτοκατάκριτοι. Οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι. Ἰωάννης δὲ ὁ τοῦ Κυρίου μαθητὴς ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφʼ ἡμῶν λέγεσθαι βουληθείς. Ὁ γὰρ λέγων αὐτοῖς, φησὶ, χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς. Καὶ εἰκότως· οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀσεβεῖς δὲ ὑπὲρ πᾶσα, ἀσέβειαν οὗτοι, οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς μόνον Θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος Θεὸς οὐκ ἔστικ, ἐξ ὑστερήματος, καὶ αὐτοῦ ἐξ ἄλλου ὑστερήματος γεγονότος, προβεβλῆσθαι λέγοντες· ὥστε κατʼ αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου ὑστερήματος. Ἣν γνώμην ὄντως 2καταφυσήσαντας, καὶ καταθεματίσαντας, δέον πόῤῥω που μακρὰν φυγεῖν ἀπʼ αὐτῶν, καὶ ᾗ πλέον διισχυρίζονται, καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρήμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων· καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν ἐμπεσόντες, ᾗ πλέον γελῶσι, καὶ ἰσχύειν δοκοῦσιν, καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσι, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσι. Ὁμοίως δὲ καὶ οὗτοι, ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι, καὶ ἐκνευρίζουσιν ἑαυτοὺς, ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. Ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀγνοίας . ἔπειτα σχολάζοντας αὐτοὺς, οὐ Θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρὸν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ, καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην, ὡς δυναμένων τὰ ὑπὲρ τὸν Θεὸν ἐννοεῖν, καὶ ἐπιτήδειον εἰς 2ὑπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσε.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
