# Libros quinque adversus haereses 3-7

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ια΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/3-7

3. Τὴν δυοδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῆ κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακὼβ, ἐξ ὦν καὶ δεκαδύο φυλαὶ, καὶ τὸ λογεῖον τὸ ποικιλτὸν δώδεκα λίθους ἔχον, καὶ τοὺς 1δώδεκα κώδωνας, καὶ τοὺς ὑπὸ Μωϋσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ, καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τοὺς ὑπὸ Ἡλίᾳ τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου, καὶ τὸν ἀριθμὸν δὲ τῶν Ἀποστόλων· καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασώζει, τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι. Τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα, διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ, καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς 2τριάκοντα κλητοῖς πρῶτον, καὶ διὰ Δαβὶδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον (d. Ἰσραὴλ) καὶ διὰ (d. τοῦτο) τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν· καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις 1εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
