# Libros quinque adversus haereses 4-3

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/4-3

4. Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν τετρακτὺν εἰπεῖν· 1θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. Κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν᾿ ἐσίδῃς αὐτὴν γυμνὴν, καὶ καταμάθοις τὸ κάλλος αὐτῆς· ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης, καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. Ὅρα οὖν κεφαλὴν ἄνω, τὸ ἄλφα καὶ τὸ ω, τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶ γ καὶ χ. στήθι δ καὶ φ, διάφραγμα ε καὶ υ, νῶτον ζ καὶ τ, κοιλίαν η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. Τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας· τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. Καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο 2Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου, καὶ ἀρχὴν πάσης φωνῆς, καὶ παντὸς ἀῤῥήτου ῥῆσιν, καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. Καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς. Σὺ δὲ μετάρσιον ἐγείρας τὸ διανοίας νόυμα, τὸν αὐτογεννήτορα καὶ πατρόότορα λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
