# Libros quinque adversus haereses 5-2

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/5-2

5. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν, καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα γενέσθαι τοῦτο, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παῤ αὐτῇ καὶ σιωπήν. Προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον, φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας· οὐ τοῦθʼ, ὅπερ οἶδας καὶ δοκοῖς, παλαιόν ἐστιν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰνσοῦς μὲν γάρ ἐστιν 1ἐπίσημον ὄνομα, ἓξ ὢν γράμματα, ὑπὸ πάντων 2τῶν τῆς κλήσεως γινωσκόμενον. Τὸ δὲ ταρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος πολυμερὲς τυγχόνον, ἄλλης ἐστὶ μορφῆς, καὶ ἑτέρου τόπου, γινωσκόμενον ὑπ᾿ ἐκείνων τῶν 1συγγενῶν, ὧν τὰ μεγέθη παῤ αὐτῶν ἐστι διαπαντός.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
