# Libros quinque adversus haereses 5

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ζ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/5

5. Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς αὐτοῖς, ἐξαπατῶντες γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτοὺς ἀναγορεύοντες· ὡς μηδενὸς δυναμένου ἐξισωθῆναι τῷ μεγέθεῖ τῆς γνώσεως αὐτῶν, μηδʼ ἂν Παῦλον, μηδʼ ἂν Πέτρον εἴπῃς, μηδʼ ἄλλον τινὰ τῶν Ἀποστόλων· ἀλλὰ πλείω πάντων ἐγνωκέναι, καὶ τὸ μέγεθος τῆς γνώσεως τῆς ἀῤῥήτου δυνάμεως μόνους καταπεπωκέναι. Εἶναί τε αὐτοὺς ἐν ὕψει ὑπὲρ πᾶσαν δύναμιν· διὸ καὶ ἐλευθέρως πάντα πράσσειν, 2μηδένα ἐν μηδενὶ φόβον ἔχοντας. Διὰ γὰρ τὴν 3ἀπολύτρωσιν ἀκρατήτους καὶ ἀοράτους γίνεσθαι τῷ 1κριτῇ. Εἰ δὲ καὶ ἐπιλάβοιτο αὐτῶν, παραστάντες αὐτῷ μετὰ τῆς ἀπολυτρώσεως τάδε εἴποιεν· ὦ 2πάρεδρε Θεοῦ καὶ μυστικῆς πρὸ 3αἰῶνος Σιγῆς, ἣν τὰ μεγέθη διαπαντὸς βλέποντα, τὸ πρόσωπον τοῦ Πατρὸς, ὁδηγῷ σοι καὶ προσαγωγεῖ χρώμεθα , 1ἀνασπῶσιν ἄνω τὰς αὐτῶν μορφὰς, ἃς ἡ μεγαλότολμος ἐκείνη φαντασιασθεῖσα, διὰ τὸ ἀγαθὸν τοῦ Προπάτορος προεβάλετο ἡμᾶς τὰς εἰκόνας, τότε ἐνθύμιον τῶν ἄνω ὡς ἐνύπνιον ἔχουσα· ἰδοὺ ὁ κριτὴς ἐγγὺς, καὶ ὁ κῆρυξ με κελεύει ἀπολογεῖσθαι· σὺ δὲ ὡς ἐπισταμένη τὰ ἀμφοτέρων τὸν ὑπὲρ 2ἀμφοτέρων ὑμῶν λόγον, ὡς ἕνα ὄντα τῷ κριτῇ παράστησον. Ἡ δὲ μήτηρ ταχέως ἀκούσασα τούτων, τὴν Ὁμηρικὴν 3Ἄϊδος κυνέην αὐτοῖς περιέθηκε, πρὸς τὸ ἀοράτως ἐκφυγεῖν τὸν κριτήν· καὶ παραχρῆμα ἀνασπάσασα αὐτοὺς, εἰς τὸν νυμφῶνα εἰσήγαγε, καὶ ἀπέδωκε τοῖς ἑαυτῶν νυμφίοις.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
