# Libros quinque adversus haereses 7-2

Irenaeus, Libros quinque adversus haereses, Κεφ. ή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/irenaeus/libros-quinque-adversus-haereses/7-2

7. Τούτου τοῦ λόγου, καὶ τῆς οἰκονομίας ταύτης 2καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφυκέναι ἐκεῖνον, τὸν μετὰ τὰς ἓξ ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ 3ὄρος, καὶ γενόμενον 4ἕκτον, τὸν κρατηθέντα καὶ καταβάντα ἐν τῇ 5ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα, 6καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμὸν, ἐφανέρωσεν, ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα, ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω καὶ α. Ὁ γὰρ ἀριθμὸς αὐτῆς μία καὶ ὀκτακόσιαι. Καὶ διὰ τοῦτο Μωϋσέα ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι· καὶ τὴν οἰκονομίαν δὲ 1ἐν τῇ ἕκτῃ τῶν ἡμερων, ἥτις ἐστὶ παρασκευὴ, 2τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ τέλος καὶ τὴν ἕκτην ὥραν , ἐν ἧ προσηλώθη τῷ ξύλῳ. Τὸν γὰρ τέλειον νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμὸν, δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς 3τὴν δἰ αὐτοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν δἰ αὐτοῦ γενομένην ἀναγέννησιν. Ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν 1ἐπίσημον ἔχειν φησίν. Ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκραθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις, τὸ τριακοντα γράμματον ὄνομα ἀπετέλεσε.

---

Irenaeus, Libros quinque adversus haereses, ed. William Wigan Harvey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1447.tlg001.local001/.
