# Περὶ τοῦ Φιλοκτήμονος κλήρου 21

Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isaeus/text-10/21

κατοικισθεῖσα δʼ ἐνταυθοῖ πολλῶν καὶ κακῶν ἦρξεν, ὦ ἄνδρες. φοιτῶν γὰρ ὁ Εὐκτήμων ἐπὶ τὸ ἐνοίκιον ἑκάστοτε τὰ πολλὰ διέτριβεν ἐν τῇ συνοικίᾳ, ἐνίοτε δὲ καὶ ἐσιτεῖτο μετὰ τῆς ἀνθρώπου, καταλιπὼν καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ τὴν οἰκίαν ἣν ᾤκει. χαλεπῶς δὲ φερούσης τῆς γυναικὸς καὶ τῶν ὑέων οὐχ ὅπως ἐπαύσατο, ἀλλὰ τελευτῶν παντελῶς διῃτᾶτο ἐκεῖ, καὶ οὕτω διετέθη εἴθʼ ὑπὸ φαρμάκων εἴθʼ ὑπὸ νόσου εἴθʼ ὑπʼ ἄλλου τινός, ὥστε ἐπείσθη ὑπʼ αὐτῆς τὸν πρεσβύτερον τοῖν παίδοιν εἰσαγαγεῖν εἰς τοὺς φράτορας ἐπὶ τῷ αὑτοῦ ὀνόματι.

---

Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου, ed. Edward Seymour Forster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0017.tlg006.local001/.
