# Περὶ τοῦ Δικαιογένους κλήρου 13

Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isaeus/text-6/13

μαρτυρήσας δὲ ταῦτα ἑάλω ψευδομαρτυρίων. ἐπειδὴ δὲ Δικαιογένης, ὦ ἄνδρες, οὐκέτι ὑμᾶς δύναται ἐξαπατᾶν, πείθει Μενέξενον τὸν ὑπὲρ ἡμῶν τε καὶ ὑπὲρ αὑτοῦ πράττοντα, ἃ ἐγὼ αἰσχυνόμενος ἀναγκάζομαι διὰ τὴν ἐκείνου πονηρίαν λέγειν, -- τί ποιῆσαι; κομισάμενον αὐτὸν μέρος ἐκ τοῦ κλήρου ὅ τι ἐγίγνετο, ἡμᾶς μὲν ὑπὲρ ὧν ἔπραττε προδοῦναι, τοὺς δὲ μήπω ἑαλωκότας τῶν μαρτύρων ἀφεῖναι. καὶ ἡμεῖς μὲν ταῦτα ὑπὸ τῶν φίλων καὶ τῶν ἐχθρῶν παθόντες εἴχομεν ἡσυχίαν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι.

---

Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου, ed. Edward Seymour Forster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0017.tlg005.local001/.
