# Mansiones Parthicae 1.11-19

Isidore of Charax, Mansiones Parthicae, 1.11 to 1.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isidore-of-charax/mansiones-parthicae/1.11

11. Ἐντεῦθεν Ἀσταυηνὴ, s s s σχοῖνοι ξ΄, ἐν κῶμαι ιβ΄, ἐν αἷς σταθμοί· πόλις δὲ Ἀσαὰκ, ἐν ᾗ Ἀρσάκης πρῶτος βασιλεὺς ἀπεδείχθη· καὶ φυλάττεται ἐνταῦθα πῦρ ἀθάνατον. 12. Ἐντεῦθεν Παρθυηνὴ, σχοῖνοι κε, ἧς αὐλών· Παρθαύνισα ἡ πόλις ἀπὸ σχοίνων ς΄· ἔνθα βασιλικαὶ ταφαί Ἕλληνες δὲ Νίσαιαν λέγουσιν. Εἶτα Γάθαρ πόλις ἀπὸ σχοίνων Ϛ΄. Εἶτα Σιρὼκ πόλις ἀπὸ σχοίνων ε΄. Κώμας δὲ οὐκ ἔχει πλὴν μιᾶς, ἥτις καλεῖται Σαφρί. 13. Ἐντεῦθεν Ἀπαυαρκτικηνὴ, σχοῖνοι κζ΄. ἐν ᾗ πόλις Ἀπαυαρκτική. Εἶτα Ῥαγαῦ πόλις καὶ κῶμαι δύο. 14. Ἐντεῦθεν Μαργιαν ὴ, σχοῖνοι λ΄. Ἔνθα Ἀντιόχεια ἡ καλουμένη Ἔνυδρος· κῶμαι δὲ οὐκ εἰσίν. 15. Ἐντεῦθεν Ἄρεια, σχοῖνοι λ΄. Ἔνθα Κανδὰκ πόλις καὶ Ἀρτακαύαν πόλις καὶ Ἀλεξάνδρεια ἡ ἐν Ἀρείοις· κῶμαι δὲ δ΄. 16. Ἐντεῦθεν Ἀναύων χώρα τῆς Ἀρείας, σχοῖνοι νε΄, ἐν ᾗ πόλις μεγίστη Φρὰ καὶ Βὶς πόλις καὶ Γαρὶ πόλις καὶ Νιὴ πόλις· κώμη δὲ οὐκ ἔστιν. 17. Ἐντεῦθεν Ζαραγγιανὴ, σχοῖνοι κα΄. Ἔνθα πόλις Πάριν καὶ Κορὸκ πόλις. 18. Ἐντεῦθεν Σακαστανὴ Σακῶν Σκυθῶν, ἡ καὶ Παραιτακηνὴ, σχοῖνοι ξγ΄, Ἔνθα Βαρδὰ πόλις καὶ Μὶν πόλις καὶ Παλακεντὶ πόλις καὶ Σιγὰλ πόλις· ἔνθα βασίλεια Σακῶν· καὶ πλησίον Ἀλεξάνδρεια πόλις · κῶμαι δὲ ἕξ. 19. Ἐντεῦθιν Ἀραχωσία, σχοῖνοι λϚ΄. Ταύτην δὲ οἱ Πάρθοι Ἰνδικὴν Λευκὴν καλοῦσιν· ἔνθα Βιὺτ πόλις καὶ Φάρσανα πόλις καὶ Χοροχοὰδ πόλις καὶ Δημητριὰς πόλις· εἶτα Ἀλεξανδρόπολις, μητρόπολις Ἀραχωσίας· ἔστι δὲ Ἑλληνὶς, καὶ παραρρεῖ αὐτὴν ποταμὸς Ἀραχωτός. Ἄχρι τούτου ἐστὶν ἡ τῶν Πέρθων ἐπικράτεια. Ἰσαιδώρου Χαρακηνοῦ σταθμοὶ Παρθικοί.

---

Isidore of Charax, Mansiones Parthicae, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0070.tlg001.local001/.
