# Fragmenta 9-17

Isigonus Nicaeensis, Fragmenta, 9 to 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isigonus-nicaeensis/fragmenta/9

Κρήνη ἐν Κλαζομεναῖς, ἀφ ̓ ἧς τὰ θρέμματα πίνοντα τὴν ἐρέαν χρωματίνην ποιεῖ, ὡς ἱστορεῖ ὁ προειρημένος Ἰσίγονος. Περὲ Σκοτοῦσαν τῆς Θεσσαλίας κρηνίδιόν ἐστι μικρὸν, ὃ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζῴων· εἰς ὃ ἐάν τις ξύλον μὴ λίαν συντρίψας, ἀλλὰ σχίσας ἐμβάλῃ, ἀποκαθίσταται· οὕτως κολλῶδες ἔχει τὸ ὕδωρ, ὥς φησιν Ἰσίγονος. Φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι, ἧς τὸ μὲν ὕδωρ ψυχρὸν ὑπάρχειν, τὸ δ ̓ ὑπὲρ αὐτὸ οὕτω θερμὸν ὑπάρχειν, ὥστε, ἄν τις ὑπερθῇ φρύγανα, παραχρῆμα ἐξάπτεσθαι. Παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρήνην, ἧς ὅταν τις τοῦ ὕδατος πίῃ, τοῦ οἴνου τὴν ὀσμὴν οὐ φέρει. Ὁ αὐτός φησιν ἐν Ἰταλίᾳ ἐν τῷ Ῥεατινῷ ἀγρῷ κρήνην εἶναι Μέντην ὀνομαζομένην, ὁμοίαν τῇ προειρημένῃ. Ὁμοίως ἐγγὺς Κόσης ἐστὶ κρήνη, εἰς ἣν ἐὰν θῇς κεράμιον οἴνου γέμον ὥστε ὑπερέχειν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα, ὡς ἱστορεῖ ὁ αὐτός. Ἐν Συκαμίναις πόλει λίμνη ἐστὶν, ἧς τῶ ὕδατι οἱ λουσάμενοι ἢ πιόντες ἀπ ̓ αὐτοῦ μαδῶσι τὰς τρίχας, τῶν δὲ ἀλόγων ζῴων αἱ ὁπλαὶ ἀποπίπτουσιν, ὡς ἱστορεῖ Ἰσίγονος. Ἐν δὲ Ἀλιφάνῳ τῆς Ἰταλίας φρεάτιόν ἐστι βαθὺ, οὗ τὸ μὲν ὕδωρ βλέπεται, ἡλίκον δὲ ἄν τις χαλάσῃ σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος, ἀλλ ̓ ὑπό τινος θείου κωλύεται, ὥς φησιν Ἰσίγονος. Περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησὶν Ἰσίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην, καὶ παρ ̓ αὐτῇ πόλιν ἔρημον, ἧς τοὺς ἐνοικοῦντας στερηθῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων.

---

ISIGONUS NICAEENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1083.tlg002.local002/.
