# Ἐπιστολαὶ ηʹ Τοῖς Μυτιληναίων ἄρχουσιν 1

Isocrates, Ἐπιστολαὶ ηʹ Τοῖς Μυτιληναίων ἄρχουσιν, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-10/1

οἱ παῖδες οἱ Ἀφαρέως, ὑιδεῖς δ’ ἐμοί, παιδευθέντες ὑπ’ Ἀγήνορος τὰ περὶ τὴν μουσικήν, ἐδεήθησάν μου γράμματα πέμψαι πρὸς ὑμᾶς, ὅπως ἄν, ἐπειδὴ καὶ τῶν ἄλλων τινὰς κατηγάγετε φυγάδων, καὶ τοῦτον καταδέξησθε καὶ τὸν πατέρα καὶ τοὺς ἀδελφούς. λέγοντος δέ μου πρὸς αὐτοὺς ὅτι δέδοικα μὴ λίαν ἄτοπος εἶναι δόξω καὶ περίεργος, ζητῶν εὑρίσκεσθαι τηλικαῦτα τὸ μέγεθος παρ’ ἀνδρῶν οἷς οὐδὲ πώποτε πρότερον οὔτε διελέχθην οὔτε συνήθης ἐγενόμην, ἀκούσαντες ταῦτα πολὺ μᾶλλον ἐλιπάρουν.

---

Isocrates, Ἐπιστολαὶ ηʹ Τοῖς Μυτιληναίων ἄρχουσιν, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg025.local001/.
