# Ἐπιστολαὶ ηʹ Τοῖς Μυτιληναίων ἄρχουσιν 10

Isocrates, Ἐπιστολαὶ ηʹ Τοῖς Μυτιληναίων ἄρχουσιν, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-10/10

μὴ θαυμάζετε δ’ εἰ προθυμότερον καὶ διὰ μακροτέρων γέγραφα τὴν ἐπιστολήν· βούλομαι γὰρ ἀμφότερα, τοῖς τε παισὶν ἡμῶν χαρίσασθαι καὶ ποιῆσαι φανερὸν αὐτοῖς ὅτι, κἂν μὴ δημηγορῶσι μηδὲ στρατηγῶσιν ἀλλὰ μόνον μιμῶνται τὸν τρόπον τὸν ἐμόν, οὐκ ἠμελημένως διάξουσιν ἐν τοῖς Ἕλλησιν. ἓν ἔτι λοιπόν· ἂν ἄρα δόξῃ τι τούτων ὑμῖν πράττειν, Ἀγήνορί τε δηλώσατε καὶ τοῖς ἀδελφοῖς ὅτι μέρος τι καὶ δι’ ἐμὲ τυγχάνουσιν ὧν ἐπεθύμουν.

---

Isocrates, Ἐπιστολαὶ ηʹ Τοῖς Μυτιληναίων ἄρχουσιν, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg025.local001/.
