# Περὶ τοῦ ζεύγους 34

Isocrates, Περὶ τοῦ ζεύγους, Section 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-17/34

ζεύγη γὰρ καθῆκε τοσαῦτα μὲν τὸν ἀριθμὸν ὅσοις οὐδʼ αἱ μέγισται τῶν πόλεων ἠγωνίσαντο, τοιαῦτα δὲ τὴν ἀρετὴν ὥστε καὶ πρῶτος καὶ δεύτερος γενέσθαι καὶ τρίτος. χωρὶς δὲ τούτων ἐν ταῖς θυσίαις καὶ ταῖς ἄλλαις ταῖς περὶ τὴν ἑορτὴν δαπάναις οὕτως ἀφειδῶς διέκειτο καὶ μεγαλοπρεπῶς ὥστε φαίνεσθαι τὰ κοινὰ τὰ τῶν ἄλλων ἐλάττω τῶν ἰδίων τῶν ἐκείνου. κατέλυσε δὲ τὴν θεωρίαν, τὰς μὲν τῶν προτέρων εὐτυχίας μικρὰς πρὸς τὰς αὑτοῦ δόξαι ποιήσας, τοὺς δʼ ἐφʼ αὑτοῦ νικήσαντας παύσας ζηλουμένους, τοῖς δὲ μέλλουσιν ἱπποτροφεῖν οὐδεμίαν ὑπερβολὴν καταλιπών.

---

Isocrates, Περὶ τοῦ ζεύγους, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg004.local001/.
