# Εὐαγόρας 29

Isocrates, Εὐαγόρας, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-19/29

ὅθεν καὶ μάλιστʼ ἄν τις καὶ τὴν φύσιν τὴν ἐκείνου καὶ τὴν δόξαν ἣν εἶχε παρὰ τοῖς ἄλλοις θεωρήσειεν· μέλλοντος γὰρ πλεῖν μετὰ τοσούτων ἐπὶ τηλικαύτην πρᾶξιν τὸ μέγεθος καὶ πάντων τῶν δεινῶν πλησίον ὄντων οὔτʼ ἐκεῖνος ἠθύμησεν οὔτε τῶν παρακληθέντων οὐδεὶς ἀποστῆναι τῶν κινδύνων ἠξίωσεν, ἀλλʼ οἱ μὲν ὥσπερ θεῷ συνακολουθοῦντες ἅπαντες ἐνέμειναν τοῖς ὡμολογημένοις, ὁ δʼ ὥσπερ ἢ στρατόπεδον ἔχων κρεῖττον τῶν ἀντιπάλων ἢ προειδὼς τὸ συμβησόμενον οὕτω διέκειτο τὴν γνώμην.

---

Isocrates, Εὐαγόρας, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg015.local001/.
