# Παραγραφή πρὸς Καλλίμαχον 17

Isocrates, Παραγραφή πρὸς Καλλίμαχον, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-21/17

καίτοι πολλοὺς ἐπῆρεν ἡ τῶν τριάκοντα πονηρία τοιαῦτα ποιεῖν· οὐ γὰρ ὅτι τοὺς ἀδικοῦντας ἐκόλαζον, ἀλλʼ ἐνίοις καὶ προσέταττον ἐξαμαρτάνειν. ἐγὼ μὲν τοίνυν οὐδʼ ἐπὶ τῆς ἐκείνων ἀρχῆς οὐδὲν εὑρεθήσομαι τοιοῦτον ἐργασάμενος· οὗτος δʼ ἀδικηθῆναί φησιν, ὅτʼ ἐξεβέβληντο μὲν οἱ τριάκοντα, ὁ δὲ Πειραιεὺς ἦν κατειλημμένος, ἐκράτει δʼ ὁ δῆμος, περὶ διαλλαγῶν δʼ ἦσαν οἱ λόγοι.

---

Isocrates, Παραγραφή πρὸς Καλλίμαχον, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg002.local001/.
