# Παραγραφή πρὸς Καλλίμαχον 34

Isocrates, Παραγραφή πρὸς Καλλίμαχον, Section 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-21/34

τοσοῦτον γὰρ αὕτη διαφέρει τῶν ἄλλων δικῶν, ὥστε τῶν μὲν τοῖς ἀγωνιζομένοις μόνον προσήκει, ταύτῃ δὲ τὸ κοινὸν τῆς πόλεως συγκινδυνεύει. περὶ ταύτης δύʼ ὅρκους ὀμόσαντες δικάζετε, τὸν μὲν, ὅνπερ ἐπὶ ταῖς ἄλλαις εἴθισθε, τὸν δʼ ὃν ἐπὶ ταῖς συνθήκαις ἐποιήσασθε. ταύτην ἀδίκως γνόντες οὐ τοὺς τῆς πόλεως μόνον νόμους ἀλλὰ καὶ τοὺς ἁπάντων κοινοὺς παραβήσεσθε. ὥστʼ οὐκ ἄξιον οὔτε κατὰ χάριν οὔτε κατʼ ἐπιείκειαν οὔτε κατʼ ἄλλʼ οὐδὲν ἢ κατὰ τοὺς ὅρκους περὶ αὐτῶν ψηφίσασθαι.

---

Isocrates, Παραγραφή πρὸς Καλλίμαχον, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg002.local001/.
