# Παραγραφή πρὸς Καλλίμαχον 51

Isocrates, Παραγραφή πρὸς Καλλίμαχον, Section 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-21/51

ἠβουλόμην δʼ ἂν ὑμᾶς ὁμοίως ἐμοὶ γιγνώσκειν αὐτόν, ἵνʼ αὐτῷ μὴ τῶν ἀπολωλότων συνήχθεσθε ἀλλὰ τῶν ὑπολοίπων ἐφθονεῖτε. νῦν δὲ περὶ μὲν τῶν ἄλλων ὅσοις ἐπιβεβούλευκε, καὶ δὶκας οἵας δεδίκασται καὶ γραφὰς ἃς εἰσελήλυθε, καὶ μεθʼ ὧν συνέστηκε καὶ καθʼ ὧν τὰ ψευδῆ μεμαρτύρηκεν, οὐδʼ ἂν δὶς τοσοῦτον ὕδωρ ἱκανὸν διηγήσασθαι γένοιτο·

---

Isocrates, Παραγραφή πρὸς Καλλίμαχον, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg002.local001/.
