# Νικόκλης ἢ Κύπριοι 47

Isocrates, Νικόκλης ἢ Κύπριοι, Section 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-25/47

οἱ μὲν γὰρ τύχῃ καὶ μὴ γνώμῃ σωφρονοῦντες τυχὸν ἂν καὶ μεταπεισθεῖεν· οἱ δὲ πρὸς τῳ πεφυκέναι καὶ διεγνωκότες ὅτι μέγιστόν ἐστι τῶν ἀγαθῶν ἀρετή, δῆλον ὅτι πάντα τὸν βίον ἐν ταύτῃ τῇ τάξει διαμενοῦσιν. διὰ τοῦτο δὲ πλείους ἐποιησάμην τοὺς λόγους καὶ περὶ ἐμαυτοῦ καὶ περὶ τῶν ἄλλων τῶν προειρημένων, ἵνα μηδεμίαν ὑπολίπω πρόφασιν ὡς οὐ δεῖ ποιεῖν ὑμᾶς ἑκόντας καὶ προθύμως, ἅττʼ ἂν ἐγὼ συμβουλεύσω καὶ προστάξω.

---

Isocrates, Νικόκλης ἢ Κύπριοι, ed. George Norlin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg014.local001/.
