# Νικόκλης ἢ Κύπριοι 50

Isocrates, Νικόκλης ἢ Κύπριοι, Section 50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-25/50

μὴ σπεύδετε πλουτεῖν μᾶλλον ἢ χρηστοὶ δοκεῖν εἶναι, γιγνώσκοντες ὅτι καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων οἱ μεγίστας ἐπʼ ἀρετῇ δόξας ἔχοντες πλείστων ἀγαθῶν δεσπόται καθίστανται. τοὺς χρηματισμοὺς τοὺς παρὰ τὸ δίκαιον γιγνομένους ἡγεῖσθε μὴ πλοῦτον ἀλλὰ κίνδυνον ποιήσειν. μὴ τὸ μὲν λαβεῖν κέρδος εἶναι νομίζετε, τὸ δʼ ἀναλῶσαι ζημίαν· οὐδέτερον γὰρ τούτων ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ἀλλʼ ὁπότερον ἂν ἐν καιρῷ καὶ μετʼ ἀρετῆς γίγνηται, τοῦτʼ ὠφελεῖ τοὺς ποιοῦντας.

---

Isocrates, Νικόκλης ἢ Κύπριοι, ed. George Norlin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg014.local001/.
