# Παναθηναικός 61

Isocrates, Παναθηναικός, Section 61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-26/61

καὶ τοὺς μὲν ὑβρίζοντας τοὺς δʼ ἀποροῦντας παύσασαν, πρὸς δὲ τούτοις ὑπὲρ αὑτῆς τε πολεμήσασαν ἄμεινον τῆς εὐδοκιμούσης περὶ τὰ τοιαῦτα καὶ τὰς συμφορὰς θᾶττον διαλυσαμένην τῶν αὐτῶν τούτων, πῶς οὐ δίκαιον ἐπαινεῖν καὶ τιμᾶν μᾶλλον ἢ τὴν ἐν ἅπασι τούτοις ἀπολελειμμένην; περὶ μὲν οὖν τῶν πραχθέντων παρʼ ἄλληλα καὶ τῶν κινδύνων τῶν ἅμα καὶ πρὸς τοὺς αὐτοὺς γενομένων ἐν τῷ παρόντι ταῦτʼ εἶχον εἰπεῖν.

---

Isocrates, Παναθηναικός, ed. George Norlin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg021.local001/.
