# Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν 5

Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-6/5

ἔπειτ’ εἴπερ ἐπιδείξει προσεῖχον τὸν νοῦν ἀλλὰ μὴ πρὸς ὑμᾶς ἐσπούδαζον, οὐκ ἂν ταύτην ἐξ ἁπασῶν προειλόμην τὴν ὑπόθεσιν, περὶ ἧς χαλεπόν ἐστιν ἐπιεικῶς εἰπεῖν, ἀλλὰ πολὺ καλλίους ἑτέρας ἂν εὗρον καὶ μᾶλλον λόγον ἐχούσας. ἀλλὰ γὰρ οὔτε πρότερον οὐδὲ πώποτ’ ἐφιλοτιμήθην ἐπὶ τούτοις, ἀλλ’ ἐφ’ ἑτέροις μᾶλλον, ἃ τοὺς πολλοὺς διαλέληθεν, οὔτε νῦν ἔχων ταύτην τὴν διάνοιαν ἐπραγματευσάμην,

---

Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg023.local001/.
