# Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν 7

Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/isocrates/text-6/7

μὴ θαυμάζετε δ’ ἄν τι φαίνωμαι λέγων ὧν πρότερον ἀκηκόατε· τῷ μὲν γὰρ ἴσως ἄκων ἂν ἐντύχοιμι, τὸ δὲ καὶ προειδώς, εἰ πρέπον εἰς τὸν λόγον εἴη, προσλάβοιμι· καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ τοὺς ἄλλους ὁρῶν τοῖς ἐμοῖς χρωμένους αὐτὸς μόνος ἀπεχοίμην τῶν ὑπ’ ἐμοῦ πρότερον εἰρημένων. τούτου δ’ ἕνεκα ταῦτα προεῖπον, ὅτι τὸ πρῶτον ἐπιφερόμενον ἓν τῶν τεθρυλημένων ἐστίν.

---

Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν, ed. Larue Van Hook. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0010.tlg023.local001/.
