# Fragmenta 28-34

Ister, Fragmenta, 28 to 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ister/fragmenta/28

Ἀνθεστηρών· ὄγδοος μὴν οὗτος παρ ̓ Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς Συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ τῆς γῆς ἀνθεῖν τότε. Κοιρωνίδαι. ... Ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. Ὠνομασμένον δ ̓ ἂν εἴη ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος· παρ ̓ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας. Ἴστρος μνημονεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας. Παιανιεῖς καὶ Παιονίδα. ... Εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς. ... διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. Μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες. ... Δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος. Περιστίαρχος, ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν· ἀπὸ τῆς ἑστίας, ἢ τοῦ περιστείχειν. Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, «Περίστια, φησὶ, προσαγορεύεται τὰ καθάρσια· καὶ οἱ τὰ ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περιέρχονται, μαχαιροφοροῦντος ἑκάστου τῶν ἱερῶν, οἰκίαις περιειλημμένοι δημοσίαις, καὶ περίδρομον ἔχοντες.» Φαρμακός. ... Δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον, καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. Ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν πρώτῳ τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Τριττύαν θυσίαν· ... Ἴστρος δὲ ἐν μὲν Ἀπόλλωνος ἐπιφανείαις ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀῤῥένων, πάντων τριετῶν.

---

ISTER, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1450.tlg004.local002/.
