# Fragmenta 46

Ister, Fragmenta, Dfhg-Source dfhg1_ISTER. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ister/fragmenta/46

Πρὸς δύο οὐδ ̓ ὁ Ἡρακλῆς] Ἐχεφυλλίδας δὲ, αὐτὸν (τὸν Ἡρακλέα) ὑπὸ Κτεάτου καὶ Εὐρύτου τῶν Μολιονιδῶν ἡττηθῆναι κατὰ τὴν ἐπ ̓ Αὐγέαν στρατείαν· διωχθέντα δὲ ἄχρι τῆς Βουπράσιδος, καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πολεμίων, ἀναψῦξαί τε, καὶ ἐκ τοῦ παραῤῥέοντος ποταμοῦ πιόντα προσαγορεῦσαι· Τοῦτο ἡδὺ ὕδωρ. Ὃ νῦν δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν, καλούμενον ὑπὸ τῶν ἐγχωρίων βαδὺ ὕδωρ. Τὰ δὲ αὐτὰ καὶ Φερεκύδης καὶ Κώμαρχος καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστοροῦσι. Καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰ(??)ντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλέα περὶ Κλεωνὰς ἀποκτεῖναι. Ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη.

---

ISTER, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1450.tlg004.local002/.
