Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 1.1
Not analysed yet
Ἀρχαιολογία Ἰωάννου Ἀντιοχέως, ἔχουσα καὶ διασάφησιν τῶν μυθευομένων. 1. Ὁ παρ ̓ Ἕλλησιν ἀρχαῖος Ὤγυγος καὶ Φορωνεὺς ὁ υἱὸς Ἰνάχου κατὰ τὴν διὰ Μωσέως ἀπ ̓ Αἰγύπτου ἔξοδον τοῦ λαοῦ ἦσαν. Ἀπὸ γὰρ Ὠγύγου μέχρι τῆς νεʹ Ὀλυμπιάδος, ἤγουν μέχρι τοῦ Κύρου τοῦ Περσῶν βασιλέως ἔτη ασλέ. Ὅτε τὸ πάσχα καὶ ἡ τῶν Ἐβραίων ἔξοδος ἀπ ̓ Αἰγύπτου ἐγένετο, ὁ ἐπὶ Ὠγύγου γέγονε κατακλυσμός. Καὶ εἰκότως· τῶν γὰρ Αἰγυπτίων ἀργῇ Θεοῦ χαλάζαις καὶ χειμῶνι μαστιζομένων, εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς· ἔτι τε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν. Ὅτι δὲ Ὠγύγῳ συνήκμαζε Μωσῆς, Πολέμων [fr. 13] ἐν πρώτῳ Ἱστοριῶν Ἑλληνικῶν ἱστορεῖ λέγων· «Ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν.» Δῆλον δὲ ὅτι τούτους φησὶ τοὺς μετὰ Μωσέως ἐξελθόντας ἐκεῖθεν Ἑβραίους. 2. Οἱ Ἀναξαγόρειοι τὴν Ἀθηνᾶν εἰς τὴν τέχνην ἀλληγοροῦσιν, ὅθεν καὶ τὸ, Ὀλλυμένων χειρῶν ἔρρει πολύμητις Ἀθήνη. (3) Ὁ Ἀϊδωνεὺς βασιλεὺς ἦν Μολοττῶν, παμμεγέθη κύνα ἔχων Κέρβερον, ὃς διεχρήσατο Πειρίθουν· τὸν δὲ Θησέα Ἡρακλῆς ἐρρύσατο. Διὰ δὲ τοῦ κινδύνου τὸ προῦπτον ἐξ ᾅδου ἀναγαγεῖν αὐτὸν Ἡρακλῆς ἐμυθεύθη. (4) Ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ τοῦ αὐτόχθονος θυγατρὸς ἡ Ἀττικὴ ἐκλήθη. (5) Τριπτόλεμος μακρῷ πλοίῳ προσβάλλων ταῖς πόλεσι, καὶ τὸν σῖτον διαδιδοὺς, πτερωτὸς ὄφις ἐμυθεύθη· εἰκὸς δὲ καὶ τὴν ναῦν τοιούτου σχήματος εἶναι. (6) Τὴν Ὠρείθυιαν ὁ Ἀστρέου (1. Ἀστραίου) Βορέας ὁ Θρᾲξ ἥρπασεν, οὐχ ὁ ἄνεμος. (7) Ὁ Φρίξου μυθώδης κριὸς πλοῖον ἦν οὕτω καλούμενον, ἢ ὁ διασώσας αὐτὸν τροφεύς. (8) Ἡ Γοργὼν ἑταίρα ἦν εὔμορφος διὰ κάλλος ἐξιστῶσα τοὺς θεατὰς, ὡς ἀπολιθοῦσθαι δοκεῖν· καὶ ὁ Πήγασος αὐτῆς ἦν κτῆμα, ἵππος ὀξὺς ὤν· Παλαίφατος δὲ Βελλεροφόντου τοῦτό φησι πλοῖον. 9. Ὅτε Κάδμος ἔκτιζε Θήβας, οἱ πλησιόχωροι ἐνέπεσον ἐξαίφνης αὐτῷ, καὶ διὰ τὸ πανταχόθεν [ὡς ἀπὸ γῆς add. Sync.] συρρεῖν [κατ ̓ αὐτοῦ add. Sync.] ,Σπαρτοὶ ὠνομάσθησαν [ὡς Παλαίφατος ἐν πρώτῳ φησίν Sync.] . (10) Οἱ παρ ̓ Ἀμφίονος θελγόμενοι λίθοι ἠλίθιοί τινες ἦσαν ἀκροαταί. (11) Δαίδαλος ἔδοξεν ἀγάλματα κινούμενα ποιεῖν διὰ τὸ πρῶτον διαστῆσαι τοὺς πόδας αὐτῶν, τῶν ἄλλων συμπεφυκότας ποιούντων· ὃς φεύγων Μίνωα, διὰ τὸ ἀνεύρετον ἔδοξεν ἀποπτῆναι, πλοίου τυχὼν ἅμα τῷ υἱῷ Ἰκάρῳ. (12) Ἡ Σφὶγξ γυνὴ οὖσα Κάδμου διὰ ζῆλον Ἁρμονίας ἀπέστη, καὶ Θηβαίοις ἐπολέμει· Οἰδίπους δὲ ἐπιστρατεύσας, εἷλεν αὐτήν. (13) Ὅτε Σαμψὼν ἡγεῖτο τοῦ λαοῦ, Ἡρακλῆς ἐτέλει τοὺς ἄθλους· ἰσχυρὸς δὲ ὢν, ἄτεχνος ἦν παλαιστής· ὁ δὲ Ἀνταῖος ἔμπειρος τῶν παρὰ τοῖς παλαισταῖς χαμαὶ καλουμένων, ὡς ὑπὸ γῆς γῆς μητρὸς βοηθεῖσθαι δοκεῖν. Ταῦτα φεύγων ὁ Ἡρακλῆς, ζώσας αὐτὸν τοῖς ἅμμασι, καὶ μετέωρον ἄρας ἀπέκτεινε. (14) Λέγει Πλάτων (Euthyd. p. 206, E) καὶ τὴν ὕδραν σοφίστριαν εἶναι δεινήν. (15) Οἱ Κένταυροι Θεσσαλῶν ἦσαν ἱππεῖς ἄριστοι. 16. Τὸν Μινόταυρον θηρίον μυθεύονται καταθοινώμενον παῖδας Ἀττικούς· στρατηγὸς δὲ ἦν ὁ Μίνως (1. ἦν Μίνωος), Ταῦρος καλούμενος διὰ τὸ θυμοειδὲς καὶ τοῦ τρόπου τὸ ἄγριον. Ἐπεὶ δὲ [Μίνως] ἀγῶνα ἐτίθει ἐπ ̓ Ἀνδρόγεῳ, ὃν ἀπέκτειναν Ἀθηναῖοι, ἐδίδουν αὐτῷ (1. ἐδίδου αὐτῷ vel Ταύρῳ) ἔπαθλα παῖδας Ἀττικοὺς, ὡς νικῶντι πάντας· ἰσχυρὸς γὰρ ἦν. Ὡς δὲ τοῦ ἀγῶνος μετείληφε [καὶ] Θησεὺς καὶ ἐνίκησε Μίνωα (deb. Ταῦρον), ἐπαύθη τὸ κατὰ τοὺς παῖδας. (17) Ἡρακλῆς εἰς λοιμὸν ἐμπεσὼν εἰς πυρὰν ἥλατο. Ἡ μυθευομένη Σκύλλη τριήρης ἦν Τυρρηνῶν ληιζομένων τοὺς παραπλέοντας· αἰδὲ Σειρῆνες ἑταῖραι ἐπιβουλεύουσαι τοῖς παραπλέουσι. (18) Φασί τινες Ὅμηρον καὶ Ἡσίοδον Δαυὶδ συνακμάσαι, οἱ δὲ ὀλίγῳ πρότερον, οἱ δὲ μετὰ ταῦτα γενέσθαι. 19. Ξάνθου τοῦ Βοιωτοῦ Θυμοίτην εἰς μονομαχίαν προκαλουμένου, μὴ ὑπακούσαντος αὐτοῦ, ὁ Ἀνδροπόμπου υἱὸς Μέλανθος Πύλιος τὸ ἐκείνου σχῆμα ἀναλαβὼν, ἐμονομάχησε καὶ νενίκηκεν· ὅθεν ἡ τῶν Ἀπατουρίων ἑορτή. 20. Ἐπ ̓ Ἀρχεμόρῳ τὰ Νέμεα πρὸς τῶν Ἀργείων ἄγεται· ἐπὶ Μελικέρτῃ ὑπὸ Κορινθίων τὰ Ἴσθμια· ὑπὸ Δελφῶν τὰ Πύθια ἐπὶ Δελφύνῃ τῷ δράκοντι· οἱ δέ φασιν ἐπὶ Δελφύνῃ ἀρχαίᾳ ἡρωΐδι. Ἀπὸ τῆς ἁμίλλης τῶν Ἀεθλίου παίδων ἀθληταὶ ἐκλήθησαν οἱ ἀγωνισταί. 21. Αἰγύπτιοί φασιν ὡς Ἥφαιστος αὐτῶν ἐβασίλευσεν ἀπείρους τινὰς χρόνους· μετὰ τοῦτον Ἥλιος ὁ Ἡφαίστου ἔτη ξψοζʹ. Μετ ̓ αὐτὸν Σῶς, ἤτοι Ἄρης, μεθ ̓ ὃν Κὴβ τοῦ Ἡλίου, ἤτοι Κρόνος. Ὁ ἀπὸ Χὰμ τοῦ υἱοῦ Νῶε Μεστρὲμ εἰς Αἴγυπτον ἀπῳκίσθη, καὶ ἀπ ̓ αὐτοῦ ἐκλήθη ἡ χώρα· τὸ γὰρ Μεστρὲμ Ἑβραϊστὶ Αἴγυπτον δηλοῖ. Ἐπὶ Βινώριος βασιλέως Αἰγύπτου φασὶ τὸν Νεῖλον μέλιτι αʹ ῥυῆναι. Ψίωψ ἑξαέτης ἀρξάμενος βασιλεύων διεγένετο μέχρις ἐτῶν ρʹ. 22. Σεμίραμις ἡ περιβόητος πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα, προφάσει μὲν διὰ τοὺς κατακλυσμούς· τάδ ̓ ἦσαν ἄρα τῶν ἐρωμένων ζώντων κατορυσσομένων οἱ τάφοι, [ὡς] Κτησίας ἱστορεῖ. 23. Σέσωστρις βασιλεὺς Αἰγύπτου θʹ ἔτεσι τὴν ἅπασαν Ἀσίαν ἐχειρώσατο, καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης· καὶ μνημόσυνα πεποίηκε τῆς τῶν ἐθνῶν ἁλώσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναικῶν [ταῖς στήλαις ἐγ]χαράσσων μόρια. 24. Ἐπὶ Βοκχόρεως βασιλέως Αἰγύπτου ἀρνίον ἐλάλησεν [φωνῇ] ἀνθρωπίνῃ, ὃν Σαβάκων ὁ Αἰθιόπων βασιλεὺς αἰχμάλωτον λαβὼν, ζῶντα κατέκαυσεν· οἱ δέ φασιν ὡς ἐξέδειρεν. 25. Σέλευκός τις ψευδόμενος ἐκ γένους εἶναι τοῦ μεγάλου Σελεύκου τῇ βασιλίσσῃ Βερενίκῃ συνεβασίλευεν· ὕστερον δὲ γνωσθεὶς ἰδιώτης εἶναι, ὑπ ̓ αὐτῆς ἀνῃρέθη. 26. Ἀπὸ Αἰγιαλέως βασιλέως Σικυῶνος Αἰγιάλεια ἡ νῦν Πελοπόννησος. 27. Λεωνίδης μόνος καὶ πρῶτος ἐπὶ τέσσαρας Ὀλυμπιάδας στεφάνους ἔσχε δώδεκα. Χιόνου τοῦ Λάκωνος τὸ ἅλμα ποδῶν ἦν νβʹ. Πολυμνήστωρ ὁ Μιλήσιος ἐκ ποδῶν κατέλαβε λαγών. Καὶ Ἰουδαῖός τις ἱστορεῖται ταχίων δορκάδος γενέσθαι. Μίλων ὁ Κροτωνιάτης ἐνίκησεν Ὀλύμπια ἑξάκις, Ἴσθμια δεκάκις, Νέμεα ἐννάκις. 28. Ὁ Ὁλοφέρνης τοῦ δευτέρου Ναβουχοδονόσορ, ὃν Ἕλληνες Καμβύσην καλοῦσιν, ἦν στρατηγός.