# Fragmenta 100-103

Joannes Antiochenus, Fragmenta, 100 to 103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/100

Ὅτι ὁ Βεσπασιανὸς οὕτως ἄρα τὸ πεπρωμένον ἐπὶ τοῖς παισὶν ἐγίνωσκε τέλος, βίου τε αὐτῶν πέρι, καὶ τῆς ἐς τὴν ἡγεμονίαν παρόδου, ὡς πολλάκις μηνυθείσης ἐπιβουλῆς, μηδὲν μὲν ἐργάσασθαι τοὺς ἐπ ̓ αὐτῷ συνεστῶτας κακὸν, διαρρήδην δὲ ἐν τῷ βουλευτηρίῳ ὑπὸ τῇ πάντων ἀκοῇ προσειπεῖν, ἢ τοὺς παῖδας ἕξειν ἢ μηδένα παντελῶς τῆς βασιλείας διάδοχον. Οὑεσπασιανὸς ἔτη δέκα. Οὐεσπασιανοῦ τελευτήσαντος οἶνος ἐν καπηλείῳ τινὶ τοσοῦτος ὑπὲρ τὸ ἀγγεῖον ἐξεχύθη, ὡς καὶ εἰς τὴν ὁδὸν προχωρῆσαι. Ὅτι Τίτος, Οὐεσπασιανοῦ υἱὸς, ἀνὴρ ἦν πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ προσαγορευθῆναι γένους. Εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος καὶ μετριώτατος ἦν, καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιήματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. Ὅτι ἐπεὶ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τίτος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Παλαιστίνῃ πρόσοικα γένη ἐστεφάνουν τὸν ἄνδρα, νικητὴν ἀποκαλοῦντες. Ὁ δὲ διωθεῖτο τοὺς στεφάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. Οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
