# Fragmenta 104

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/104

Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως, ἀνήρ τις [Ἀσιανὸς] ὢν [ἦν̣] τὸ γένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοικὼς τῷ Νέρωνι· καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν, Νέρων τε εἶναι ἐπλάττετο, καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ ̓ αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. Πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις, ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσεποιήσατο. Τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. Οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
